Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Χέρσον ἀβυσσοτόκον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Ὕψους ἀπολισθήσας βίου κρείττονος∗ καὶ ἀμείνονος ζωῆς∗ εἰς κατώτατον τοῦ ᾅδου∗ κατηνέχθην χωρίον·∗ ἀρχῆς δὲ πάσης καὶ ἐξουσίας∗ διὰ σοῦ πάλιν γέγονα,∗ Δέσποινα, ὑπεράνω∗ τεκούσης τὸν Σωτῆρά μου.