Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Θεοκτίστου Μοναχοῦ τοῦ Στουδίτου
Ἀρδευθῆναι πλουσίως∗ δάκρυσι δίσου∗ τὰς αὔλακας τῆς ἀθλίας ψυχῆς μου∗ καὶ καρποὺς φέρειν με∗ ἑκατοστεύοντας,∗ Δέσποινα, ἀξίωσον∗ καὶ τὴν καρδίαν μου πάσης∗ εὐφροσύνης πλήρωσον,∗ ἵνα δοξάζω σε.