Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
Χαῖρε, θρόνε Κυρίου·∗ χαῖρε, Παρθένε,∗ ἡ λύσασα τὴν ἀχλὺν τῆς ἀπάτης∗ καὶ πρὸς φῶς ἄδυτον∗ πάντας ἑλκύσασα·∗ χαῖρε, Ἀπειρόγαμε·∗ χαῖρε, Θεόγραφε Τόμε·∗ τῶν πιστῶν τὸ στήριγμα,∗ χαῖρε, Πανύμνητε.