Ἦχος βαρύς
ἐκ τῆς α΄ ᾡδῆς (Νεύσει σου πρὸς γεώδη)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Μῶμος ἐν σοὶ οὐκ ἔστι,∗ τῇ Παναμώμῳ Παρθένῳ·∗ καλὴ γὰρ καὶ ἄμωμος∗ ὑπάρχεις ὅλη, Δέσποινα,∗ πάλαι καθὼς ᾀσματίζων,∗ ἔφη Σολομών,∗ καὶ πλησίον τοῦ Κτίστου σου.