Σήμερον Κυριακὴ λ΄ Ἰουνίου ͵ΖΦΛΒ΄ (͵ΒΚΔ΄)

Ἦχος πλάγιος δ΄

ἐκ τῆς α΄ ᾡδῆς (Ἁρματηλάτην Φαραώ)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Νικολάου τοῦ Κατασκεπηνοῦ

Θείᾳ προνοίᾳ γεγονὼς εἰς ὕπαρξιν∗ καὶ κατ’ είκόνα Θεοῦ,∗ τὸ νοερόν — οἴμοι! — τῆς ψυχῆς ἐμόλυνα∗ ταῖς πρὸς τὸ χεῖρον νεύσεσιν·∗ ἀλλὰ σὺ τῆς γεένης∗ ῥῦσαι, Παρθένε, καὶ σῶσόν με,∗ ὅπως εὐχαρίστως δοξάζω σε.

Ἄκουσον τὸ ὑπόδειγμα (Ἁρματηλάτην Φαραώ).