Ἦχος πλάγιος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὑγρὰν διοδεύσας)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Ναμάτων πηγήν σε πρεσβευτικῶν∗ γινώσκοντες πάντες∗ ἀναβλύζουσαν τοῖς πιστοῖς∗ τῶν ψυχῶν τὴν ῥῶσιν καὶ σωμάτων,∗ Θεοκυῆτορ, ἀπαύστως δοξάζομεν.