Ἦχος α΄
ἐκ τῆς α΄ ᾡδῆς (Σοῦ ἡ τροπαιοῦχος)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Φωτίου
τοῦ Ἁγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως
Πύλη τοῦ Φωτὸς τοῦ νοητοῦ∗ τῆς μετανοίας μοι πύλας διάνοιξον∗ καὶ τὸν νοῦν μου φώτισον∗ τὸ ζοφερὸν σκότος ἀποδιώκουσα,∗ τὸ τῆς ἁμαρτίας∗ καὶ τῶν παθῶν, Παναμώμητε.