Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Χέρσον ἀβυσσοτόκον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἀρσενίου μοναχοῦ
Ῥωσθέντες οἱ ῥύσεως ψυχῶν ἄμοιροι∗ τῇ εὐρώστῳ σου, σεμνή,∗ δυναστεία ὡς πρὸς θεῖον∗ ἰατρὸν προσπεφευγότες∗ τὸ σὸν ἐπιζητοῦμεν σθένος∗ τοῦ τὸ σαθρὸν τῆς φύσεως∗ δύναμιν προσλαβέσθαι∗ ὑμνεῖν καὶ μακαρίζειν σε.