Ἦχος πλάγιος α΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἵππον καὶ ἀναβάτην)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ
Πίστις ἡγείσθω μόνη∗ καὶ μὴ ἀπόδειξις∗ τῶν ὑπὲρ νοῦν θαυμάτων σου,∗ Θεονύμφευτε·∗ τὸν γὰρ ἀκατάληπτον∗ ὑπὲρ φύσιν τέτωκας∗ ἐνδυσάμενον τὸ ἀνθρώπινον.