Σήμερον Κυριακὴ ιε΄ Ἰουλίου ͵ΖΦΛΓ΄ (͵ΒΚΔ΄)

Ἦχος γ΄

ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Μανουὴλ τοῦ Μεγάλου Ῥήτορος

Παμφαεστάτη πύλη,∗ ἐξ ἧς πυρσὸς ἀναλάμψας∗ μέγας προῆλθεν ἀρρήτως∗ καὶ πιστοὺς ηὔγασε∗ καὶ τῶν δαιμόνων βωμοὺς∗ πάντας κατενέπρησε,∗ δόξα τοῖς σοῖς μεγαλείοις,∗ ἅπερ σοι ὁ Κύριος,∗ Κόρη, ἐποίησεν.

Ἄκουσον τὸ ὑπόδειγμα (Ὁ τὰ ὕδατα πάλαι).