Σήμερον Πέμπτη ιθ΄ Σεπτεμβρίου ͵ΖΦΛΓ΄ (͵ΒΚΔ΄)

Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Χέρσον ἀβυσσοτόκον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἀρσενίου μοναχοῦ

Ἰὸν τὸν πανώλεθρον, ὃν πρὶν ἤμεσεν∗ ἐπὶ φύσιν τὴν ἡμῶν∗ ὁ εἰσδὺς ἐν παραδείσῳ∗ κακὸς σύμβουλος ὄφις,∗ ἐν γλυκασμῷ σου τῷ θείῳ,∗ Μήτηρ Θεοῦ, καθάρασα∗ δοξάζειν σε καὶ χαίρειν∗ ἡμᾶς νῦν ἐνδυνάμωσον.

Ἄκουσον τὸ ὑπόδειγμα (Χέρσον ἀβυσσοτόκον).