Ἦχος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Θαλάσσης τὸ ἐρυθραῖον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Νυμφῶνα τῆς τοῦ Θεοῦ σαρκώσεως,∗ ἀγνή, πανάχραντον∗ καὶ λογικὸν γινώσκων σε σαφῶς∗ ἱκετεύω ῥυσθῆναί με∗ παθῶν σαρκὸς καὶ πνεύματος∗ καὶ πειρασμῶν καὶ περιστάσεων.