Ἦχος πλάγιος α΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἵππον καὶ ἀναβάτην)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Μόνη πεποικιλμένη∗ παρθενικοῖς κροσσωτοῖς∗ ἐξ αἰῶνος φανεῖσα∗ τὸ τῆς συκῆς ἱμάτιον∗ Ἀδὰμ σὺ διέρρηξας·∗ διὸ νῦν με ἔνδυσον∗ σωφροσύνης στολὴν πρεσβείαις σου.