Ἦχος πλάγιος β΄
ἐκ τῆς α΄ ᾡδῆς (Βοηθὸς καὶ σκεπαστής)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ
Χαῖρε, γέφυρα θνητοὺς∗ ζωὴν πρὸς θείαν μεταγαγοῦσα·∗ χαῖρε ἡ ἐλπὶς∗ καὶ ἡ χαρὰ τῶν πιστῶν,∗ πανύμνητε Κόρη·∗ χαῖρε, θρόνε τοῦ Θεοῦ·∗ χαῖρε, μαρτύρων στέφανε.