Ἦχος βαρύς
ἐκ τῆς α΄ ᾡδῆς (Νεύσει σου πρὸς γεώδη)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Βέβαπται ἐκ πορφύρας∗ τῶν σῶν ἀχράντων αἱμάτων∗ στολὴ Θεοΰφαντος∗ καὶ πορφυρὶς βασίλειος∗ Λόγῳ τῷ πάντων Δεσπότῃ∗ σὰρξ ἐμψυχωμένη,∗ Μαρία πανύμνητε.