Ἦχος πλάγιος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἁρματηλάτην Φαραώ)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Νικολάου τοῦ Κατασκεπηνοῦ
Καλῶν ἰδέαις τὴν ψυχήν μου κάλλυνον,∗ ἡ καλλονὴ Ἰακώβ,∗ ἣν ὁ Θεὸς Λόγος∗ ὡς καλὴν καὶ ἄμωμον∗ ἠγαπηκὼς ἐσκήνωσε∗ καὶ παθῶν εἰδεχθείας∗ τὸ δυσειδές με χιτώνιον∗ διὰ ἀπαθείας ἀπόδυσον.