Ἦχος β΄
ἐκ τῆς α΄ ᾡδῆς (Τῷ τὴν ἄβατον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τῆς Θέκλης μοναχῆς
Καταφύγιον∗ καὶ σωτηρίου πόλιν σε∗ πάντες πιστοὶ γινώσκοντες,∗ Μαρία Μῆτερ Χριστοῦ,∗ σοῦ δεόμεθα θερμῶς,∗ δέξαι τὰς δεήσεις∗ τῶν σῶν πιστῶν οἰκετῶν∗ καὶ λῦσον ἅπαντας∗ πταισμάτων κατακρίσεως.