Ἦχος β΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἐν βυθῷ κατέστρωσε)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοδώρου τοῦ Στουδίτου
Ἀπογνοὺς τῷ πλήθει τῶν δεινῶν∗ ἔκλαυσα καὶ εὗρόν σε∗ προασπισμὸν τῶν ἀναγκῶν ἐξαίρουσαν·∗ πάντοτε προφθάνεις με·∗ ἀδιαλείπτως προστασία ὑπάρχεις μοι·∗ ὅθεν εὐλογῶ σε,∗ Δέσποινα, καὶ ἀνυμνῶ τὸ κράτος σου.