Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Θεοκτίστου Μοναχοῦ τοῦ Στουδίτου
Τί ῥᾳθύμως τὸν βίον,∗ ψυχὴ ἀθλία,∗ παρέρχῃ; καὶ οὐ φοβῇ τὴν ἡμέραν∗ τῆς φρικτῆς κολάσεως;∗ ἀλλὰ ἀνάστα λοιπὸν∗ ἐκ τῶν καταπτώσεων∗ καὶ ἀμελείας προθύμως,∗ Θεοτόκε, κράζουσα·∗ σῶσόν με, Πάναγνε.