Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
Φωτοδόχε Παρθένε,∗ χαῖρε ἡ μόνη∗ τεκοῦσα τὴν σωτηρίαν τοῦ κόσμου,∗ ἡ ἐλπὶς ἅπασα∗ τῶν δυστυχούντων, ἁγνή·∗ χαῖρε, ζωοπάροχε·∗ χαῖρε, σεμνὴ Παναγία·∗ χαῖρε, τὸ ἀείζῳον∗ ῥεῖθρον πηγάσασα.