Ἦχος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Τριστάτας κραταιούς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Μακάριός ἐστιν∗ ὁ λαός, Θεοτόκε,∗ ὁ δοξάζων σε Θεοῦ∗ μητέρα ἀψευδῆ∗ καὶ ἀεὶ μακαρίζων σε,∗ ἄχραντε, καθὼς προεῖπας∗ ἱερῶς προφητεύουσα,∗ ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.