Ἦχος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Θαλάσσης τὸ ἐρυθραῖον)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Ὡς κλῖμαξ τῆς πρὸς ἡμᾶς ἀφίξεως∗ τοῦ παντοκράτορος,∗ δι’ ἧς Θεὸς κατῆλθεν ἐπὶ γῆς∗ ἐκ γηίνων παθῶν τῆς σαρκὸς∗ πρὸς οὐρανὸν ἀνύψωσον∗ καὶ πρὸς Θεόν με χειραγώγησον.