Ἦχος πλάγιος α΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἵππον καὶ ἀναβάτην)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Μάρκου τοῦ Ἐφέσου καὶ Εὐγενικοῦ
Ὁ πλάσας κατὰ μόνας∗ Θεὸς καρδίας βροτῶν∗ τὰς ὀδύνας γινώσκων∗ καὶ πάθη ψυχῶν ἡμῶν∗ κατάλληλον δέδωκεν∗ ἱατρεῖον, ἄχραντε,∗ σὲ ἐν νόσοις ἡμῖν καὶ θλίψεσιν.