Ἦχος βαρύς
ἐκ τῆς α΄ ᾡδῆς (Νεύσει σου πρὸς γεώδη)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἀνδρέου Κρήτης
Ἔγειρόν με πεσόντα∗ τῶν συμφορῶν ἐν τῷ βάθει,∗ Μαρία πανάχραντε,∗ καὶ νόσον κατακείμενον∗ ταχέως ἀνάστησον, μόνη∗ καταπονουμένων∗ ἑτοίμη βοήθεια.