Ἦχος πλάγιος δ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ἁρματηλάτην Φαραώ)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Καλλινίκου Ἡρακλείας
Προσπεφευγότα νῦν εἰς σὲ σὺν δάκρυσι∗ καὶ ἐν πολλῷ στεναγμῷ∗ καὶ καρδίας θλίψει∗ μὴ παρίδῃς δέομαι·∗ ἀλλὰ τῇ μεσιτείᾳ σου∗ ἐν ἡμέρᾳ τῆς δίκης∗ τὸν σὸν Υἱὸν ἐκδυσώπησον,* ὅπως λυτρωθῶ τῆς κολάσεως.