Ἦχος πλάγιος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ πήξας ἐπʹ οὐδενός)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἱγνατίου
Πατριάρχου Κωνσταντινουπόλεως
Τεκοῦσα τὸν ποιητήν,∗ Παρθένε, καὶ Κύριον∗ πάντων ὑπερτέρα∗ κτισμάτων γέγονας∗ καὶ τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ,∗ ἁγνή, τιμιωτέρα·∗ διὸ ἀεί σε μακαρίζομεν∗ πᾶσαι γενεαὶ ὡς προέφησας.