Ἦχος πλάγιος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ πήξας ἐπʹ οὐδενός)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Τὸ βάθος καὶ τὸ ὕψος∗ ἐν σοὶ διεγνώσθησαν∗ τῆς τοῦ Θεοῦ Σοφίας,∗ Μαρία Πάναγνε,∗ τῆς ἀκαταλήπτως ἐκ τῆς σῆς∗ μήτρας γεγεννημένης·∗ διʹ ἧς τὰ βάθη τῆς καρδίας μου∗ ῥῦσαι σοφισμάτων τοῦ ὄφεως.