Ἦχος α΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ῥάβδος ἐκ τῆς ῥίζης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωσὴφ τοῦ ὑμνογράφου
Κατάβαλε θράσος πονηρὸν∗ ἐχθροῦ καὶ πανουργεύματα∗ τὰ κατ’ ἐμοῦ ἐπιφερόμενα∗ καὶ ἔνδυσόν με τὴν σὴν∗ ἰσχύν, Παναμώμητε,∗ ἄτρωτον ἀεὶ διατηροῦσα∗ ἀπήμονα ἀβλαβῆ∗ τὸν εἰλικρινῶς σε γεραίροντα.