Ἦχος πλάγιος δ΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ στερεώσας κατʹ ἀρχάς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ
Πύλη ἐδείχθης νοητὴ∗ ἀνατολῆς τῆς ἐξ ὕψους∗ ἐν τῇ γῇ φανερωθείσης, Παρθένε·∗ διὰ σοῦ γὰρ πρὸς ἡμᾶς∗ ὁ Λόγος εἰσελήλυθεν∗ ἐπὶ τῷ σῶσαι πάντας∗ τῆς ἀλογίας, πανάχραντε.