Ἦχος β΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ἐν πέτρᾳ με τῆς πίστεως)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Σφραγῖδι με σημείωσον καὶ τῷ τύπῳ∗ τῆς σκέπης σου ψυχῆς μου ἐν τῷ μετώπῳ,∗ ὡς ἂν ἀπὸ προσώπου φύγοιμι τόξου∗ τοῦ ὀλεθρεύοντος,∗ μὴ ὡς ἀσήμαντον,∗ Θεοτόκε, πρόβατον διασπάσῃ με.