Σήμερον Τρίτη λα΄ Μαρτίου ͵ΖΦΛΔ΄ (͵ΒΚϚ΄)

Ἦχος α΄

ἐκ τῆς ε΄ ᾡδῆς (Θεῶν ὢν εἰρήνης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωσὴφ τοῦ ὑμνογράφου

Ἀνόρθωσις πάντων∗ πιπτόντων σὺ εἶ,∗ ἀσθενούντων ταχεῖα ἐπίσκεψις·∗ διὸ τοῖς παραπτώμασι∗ πεσόντα χαλεπῶς∗ καὶ τὴν ψυχὴν νοσοῦντα∗ θεράπευσον καὶ σῶσον∗ ἀνορθοῦσά με, Κόρη,∗ τῇ παναλκεῖ χειρί σου, Δέσποινα.