Ἦχος πλάγιος δ΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ούρανίας ἀψῖδος)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Φωτίου
Ἀπορία καὶ γνόφος∗ καὶ λογισμῶν σύγχυσις∗ τοὺς τὸν ἀνερμήνευτον τόκον σου∗ ἑρμηνεύοντας∗ καλύπτει, Δέσποινα·∗ ὃν ὁ Μωυσῆς γὰρ προεῖδε∗ γνόφῳ καλυπτόμενος,∗ τοῦτον ἐγέννησας.