Ἦχος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Τὸ πρὸ τῶν αἰώνων)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωσὴφ τοῦ ὑμνογράφου
Σὺ τῶν ἐν ἀνάγκαις∗ καὶ ἐν θλίψεσι πρόμαχος πέφυκας·∗ σὺ τῶν ἐν ζάλῃ τῇ τοῦ βίου∗ ἀγαθὴ κυβερνῆτις·∗ διὸ ἱκετεύων κράζω σοι·∗ Τὴν σὴν βοήθειαν, Κόρη ἁγνή,∗ δώρησαι τῷ δούλῳ σου.