Ἦχος δ΄
ἐκ τῆς γ΄ ᾡδῆς (Τοὺς σοὺς ὑμνολόγους)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους τοῦ Νικαίας καὶ Γραπτοῦ
Πορφύραν ἁγνῶν σου ἐξ αἱμάτων∗ ὁ Λόγος φορέσας τοῦ Θεοῦ∗ δίχα τροπῆς καὶ φύρσεως∗ καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν∗ καλύψας περιέβαλε∗ τὴν θεϊκὴν ὡραιότητα.