Ἦχος πλάγιος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ πήξας ἐπʹ οὐδενός)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Ἀγγέλων ἁγιωτέρα∗ ὤφθης κυήσασα∗ τὸν αὐτούς, Παρθένε,∗ δημιουργήσαντα·∗ ὅθεν ἱκετεύω σε, ἁγνή,∗ ἁγίασον τὸν νοῦν μου∗ καὶ τὴν καρδίαν φωταγώγησον∗ νέφη τῶν παθῶν ἐκδιώκουσα.