Ἦχος πλάγιος β΄
ἐκ τῆς γ΄ ᾡδῆς (Σὲ τὸν ἐπὶ ὑδάτων)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Μανουὴλ τοῦ Μεγάλου Ῥήτορος
Ὕψιστον ἡ τεκοῦσα,∗ ἀνέλκυσον ἐκ λάκκου με πταισμάτων∗ καὶ στῆσον ἐπὶ πέτραν∗ τοῦ ἐλέους τοὺς πόδας μου∗ καὶ πρὸς σὴν δόξαν ἴθυνον∗ τὰ διαβήματα∗ καὶ δὸς βίου μοι διόρθωσιν.