Ἦχος β΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ἐν πέτρᾳ με τῆς πίστεως)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Μητροπολίτου Σμύρνης
Νοσοῦσαν τὴν ψυχήν μου, Θεοκυῆτορ,∗ δαιμόνων ἐπηρείαις καὶ ῥαθυμίᾳ∗ θεράπευσον, καὶ δάκρυα μετανοίας∗ δὸς τῇ καρδίᾳ μου,∗ καὶ τοῦ Δεσπότου μου∗ ἐν αὐτῇ ἐμφύτευσον φόβον, πάναγνε.