Ἦχος γ΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ ἐκ μὴ ὄντων)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
Στάμνον τοῦ μάννα τοῦ νοητοῦ σε, ἁγνή,∗ γινώσκοντες κράζομεν∗ ἀσιγήτως τὸ χαῖρέ σοι,∗ Παναγία Δέσποινα·∗ χαῖρε, πιστῶν ἀσφαλὴς φρουρὰ καὶ σκέπη.