Ἦχος βαρύς
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Ἡ ἀνωδίνως τὸν Θεὸν∗ καὶ ἀπαθῶς τετοκυῖα,∗ τὰς ὀδύνας τῆς πολυπαθοῦς∗ καρδίας μου δέομαι ἐπίσκεψαι∗ τῇ θείᾳ σου ἐπισκοπῇ·∗ σὺ γὰρ ἐπίσκεψις κόσμου,∗ Δέσποινα, καὶ σκέπη καὶ ἀντίληψις.