Σήμερον Τρίτη ιθ΄ Αὐγούστου ͵ΖΦΛΓ΄ (͵ΒΚΕ΄)

Ἦχος α΄

ἐκ τῆς δ΄ ᾡδῆς (Ῥάβδος ἐκ τῆς ῥίζης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωσὴφ τοῦ ὑμνογράφου

Μόνην σε πιστοὶ μετὰ Θεὸν∗ ἐλπίδα ἀκαταίσχυντον∗ καὶ προστασίαν, Κόρη, ἔχομεν·∗ ταῖς σαῖς πρεσβείαις ἡμᾶς∗ λύτρωσαι ἐκ παντοίων∗ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων∗ καὶ βλάβης καὶ πειρασμῶν,∗ ἵνα σε ἀπαύστως δοξάζωμεν.

Ἄκουσον τὸ ὑπόδειγμα (Ῥάβδος ἐκ τῆς ῥίζης)