Ἦχος γ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐκάλυψεν οὐρανούς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἀρσενίου μοναχοῦ
Νενίκηκας ἀρεταῖς,∗ σεμνή, τὰ σύμπαντα·∗ τὸν οὐρανὸν μὲν καθαρμῷ,∗ τὴν γῆν δὲ πᾶσαν∗ τῷ φρικτῷ ἁγνισμῷ·∗ ὑπερβαίνεις καὶ θαλάσσας∗ έν πλάτει·∗ μὴ οὖν ἐλλίπῃς, Δέσποινα,∗ ὑπὲρ τῶν πάντων πρεσβεύειν,∗ ἁγνὴ Μητρόθεε.