Ἦχος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ὁ καθήμενος ἐν δόξῃ)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Στακτὴ θεία καὶ κασσία∗ ἀπὸ τῶν ἱματίων σου,∗ Παναγία Κόρη,∗ χάριτες ἁγνείας ἡδύπνοοι∗ εὐωδιάζουσαι κόλποις τοῦ Γεννήτορος∗ τὸν καθήμενον∗ ἐπὶ τοὺς σοὺς κόλπους ἤγαγον.