Σήμερον Πέμπτη κε΄ Σεπτεμβρίου ͵ΖΦΛΔ΄ (͵ΒΚΕ΄)

Ἦχος πλάγιος β΄

ἐκ τῆς γ΄ ᾡδῆς (Ἀκήκοεν ὁ προφήτης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Νικολάου τοῦ Κατασκεπηνοῦ

Ἠγάπησα τὰ παρόντα,∗ τὴν σάρκα τε καὶ τὸν κόσμον∗ καὶ τὰ ἐν κόσμῳ,∗ ἡδονὰς καὶ δόξαν καὶ τὰ χρήματα,∗ τῶν μελλόντων δὲ οὐδόλως ἐφρόντισα·∗ διὸ καὶ τῆς δόξης τῆς ἄνω∗ καὶ τῆς ἀγάπης∗ Θεοῦ ἐπέπτωκα ὁ ἄθλιος.

Ἄκουσον τὸ ὑπόδειγμα (Ἀκήκοεν ὁ προφήτης)