Ἦχος πλάγιος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Σύ μου ἰσχύς, Κύριε)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Νικολάου τοῦ Κατασκεπηνοῦ
Σὺ τῆς ἐμῆς∗ καρδίας τὸ ἀγαλλίαμα,∗ Θεοτόκε,∗ σύ μου τὸ κραταίωμα,∗ σύ μου τὸ καύχημα καὶ φῶς·∗ σύ μου θυμηδία,∗ σὺ δόξα καὶ ἐγκαλλώπισμα,∗ ζωή, πνοή, γλυκύτης,∗ ἡδονή, εὐφροσύνη∗ καὶ χαρὰ καὶ τρυφῆς ἡ ἀπόλαυσις.