Ἦχος α΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ὄρος σε τῇ χάριτι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἀνδρέου Κρήτης
Νέκρωσον, Παρθένε,∗ τῆς σαρκός μου τὸ φρόνημα,∗ καὶ τῶν παθῶν τὰς προσβολὰς∗ καὶ τῶν δαιμόνων τὰς βουλὰς∗ ἀπράκτους ἀπέργασαι,∗ καὶ τῆς ζωῆς τρίβους βαίνειν ὁδήγησον,∗ ἡ τὴν ζωὴν τῶν ἁπάντων κυήσασα.