Ἦχος β΄
ἐκ τῆς δ΄ ᾡδῆς (Τὴν ἐκ Παρθένου σου γέννησιν)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοδώρου τοῦ Στουδίτου
Τὸ ἐπιπόθητον ὄνομα,∗ ἐν εἰκόνι σε βλέπω,∗ τὴν Κυρίαν τοῦ παντός·∗ καὶ γὰρ ἐν ταύτῃ θαυματουργεῖς∗ βρύουσα χάριν∗ καὶ τὸν ἐν πεποιθήσει∗ προσιόντα σοι δοῦλον ἐξαιροῦσα,∗ Θεοτόκε, τῶν δεινῶν.