Ἦχος γ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐκάλυψεν οὐρανούς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἀνδρέου Κρήτης
Ἐγκάθηται ἐφ’ ὁδοῦ∗ σαρκὸς ἐν τοῖς κινήμασιν∗ ὄφις ὁ δόλιος ἐχθρός,∗ καὶ ἐπιβάτῃ νῷ∗ προσεπιτίθεται∗ κεντῶν ἀπροσδοκήτως,∗ Παρθένε, τῷ κέντρῳ∗ τῶν παθῶν, καὶ θάνατον∗ τὸν ψυχικόν μοι προσάγει·∗ διὸ βοήθει μοι.