Ἦχος γ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐκάλυψεν οὐρανούς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἀρσενίου μοναχοῦ
Ἀνέθαλεν ἀληθῶς∗ ῥάβδος τὸ πρὶν Ἀαρών,∗ συνανέθαλε ταύτῃ δὲ∗ καὶ Ἰεσσαὶ ἡ ῥάβδος∗ σὲ προτυποῦσαι, ἁγνή·∗ ἡ μὲν γὰρ ἐξ ἱερέων σε,∗ ἡ δέ σε εἶναι∗ ἐκ βασιλέων ἔδειξεν·∗ ἡ οὖν ἐξ ἄμφω φυεῖσα∗ σῷζε τοὺς ἅπαντας.