Ἦχος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐπαρθέντα σε ἰδοῦσα)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Ῥυπωθέντα με τοῖς σπίλοις τῆς ἁμαρτίας∗ τῶν πρεσβειῶν σου ῥάντισον∗ ὑσσώπῳ καὶ πλῦνον∗ καὶ τοῦ μολυσμοῦ τῶν παθῶν∗ καθάρισον, Δέσποινα,∗ καὶ δεῖξον Χριστοῦ οἰκητήριον.