Ἦχος α΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ῥάβδος ἐκ τῆς ῥίζης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωσὴφ τοῦ ὑμνογράφου
Οὐ κέκτημαι ἄλλην ἐπὶ γῆς∗ προστάτιν καὶ ὑπέρμαχον∗ καὶ τεῖχος ἀπροσμάχητον,∗ εἰ μὴ σὲ μόνην, ἁγνὴ∗ Θεοτόκε ἄχραντε·∗ σὺ γάρ μοι ἐλπὶς καὶ σωτηρία∗ καὶ σκέπη καὶ βοηθὸς∗ καὶ παραπτωμάτων συγχώρησις.